Singulár | Člen | |||
---|---|---|---|---|
nom. | ἡ | οἰκί-ᾱ ‘dům’ | χώρ-ᾱ ‘země’ | θε-ά ‘bohyně’ |
gen. | τῆς | οἰκί-ᾱς | χώρ-ᾱς | θε-ᾶς |
dat. | τῇ | οἰκί-ᾳ | χώρ-ᾳ | θε-ᾷ |
acc. | τήν | οἰκί-ᾱν | χώρ-ᾱν | θε-άν |
voc. | = nom. | = nom. | = nom. | |
Plurál | ||||
nom. | αἱ | οἰκί-αι | χῶρ-αι | θε-αί |
gen. | τῶν | οἰκι-ῶν | χωρ-ῶν | θε-ῶν |
dat. | ταῖς | οἰκί-αις | χώρ-αις | θε-αῖς |
acc. | τάς | οἰκί-ᾱς | χώρ-ᾱς | θε-άς |
voc. | = nom. | = nom. |
*ā
se v iónsko-attických dialektech měnilo na -η. Tento posun byl ale v attickém dialektu potlačen, nacházela-li se před *ā
hláska -ε-, -ι-, nebo -ρ-. V iónštině proces proběhl bez výjimek; srovnej att. οἰκίᾱ oproti ión. οἰκίη1. Τὸ Ἀθηνᾶς τῆς θεᾶς ἱερὸν καλόν ἐστιν. 2. Οἱ Ἀθηναῖοι Ἀθηνᾷ τῇ θεᾷ ἐπίστευον. 3. Τὴν ὑμετέραν χώραν στέργετε, ὦ φίλοι! 4. Ὁ δῆμος ταῖς νίκαις χαίρει. 5. Οἱ Ἀθηναῖοι περὶ τῶν μαχῶν καλὰς ᾠδὰς ᾖδον. 6. Σῷζε, ὦ Ἀθηνᾶ, σῷζε τὰς ἡμετέρας οἰκίας!
Ι.
1. Ἡ νίκη τῷ στρατηγῷ τιμὴν φέρει. 2. Ἡ τῶν συμμάχων φυγὴ ἦν ἀρχὴ τῆς τῶν πολεμίων νίκης. 3. Ἐν τῇ εἰρήνῃ αἱ τέχναι ἀκμάζουσιν. 4. Μετὰ τὰς μάχας τρόπαια ἱδρύεται. 5. Αἱ λῦπαι ἕπονται πολλάκις ταῖς ἡδοναῖς. 6. Πηγὴ τῶν λυπῶν αἱ τῆς τύχης μεταβολαί εἰσιν. — 7. Ἡ τύχη οὐ πιστή ἐστιν. 8. Λόγος δίκαιος ψυχῆς ἀγαθῆς εἴδωλόν ἐστιν. 9. Οὔτε αἱ ψυχαὶ θνηταί εἰσιν, οὔτε αἱ τῶν ψυχῶν ἀρεταί. 10. Ἀγαθῇ τύχῃ. 11. Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος.
ΙΙ.
1. Ἐν τῇ ἡδονῇ πολλάκις ἡ τῆς λύπης πηγή ἐστιν, ἀλλ' ἡ ἀρετὴ πηγὴ ἀληθινῆς ἡδονῆς ἐστιν. 2. Τοῖς μὲν ἡ τύχη ἡδονὴν φέρει, τοῖς δὲ λύπην. 3. Στέργομεν τὰς τέχνας· αἱ γὰρ τέχναι ταῖς χώραις εὐδαιμονίαν φέρουσιν. 4. Λέγουσιν ἐν τῇ εἰρήνῃ τὰς τέχνας ἀκμάζειν. 5. Πρέπει ἀρετὴν ἔχειν ἐν τῇ ψυχῇ. 6. Ὁ φθόνος ἐστὶ πηγὴ αἰσχρῶν ἐπιθυμιῶν. 7. Ἐν Ἀθήναις αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι ἐν τιμῇ ἦσαν. 8. Ὁ σοφὸς τὴν ἀρετὴν κόσμον τῆς ψυχῆς λέγει. 9. Ὑπὸ τοῦ σοφοῦ ἡ ἀρετὴ κόσμος τῆς ψυχῆς λέγεται. 10. Οἱ σοφοὶ τὸν πόλεμον καὶ τὰς μάχας πηγὰς τῶν λυπῶν λέγουσιν, τὴν δὲ εἰρήνην καὶ τὰς τέχνας πηγὰς τοῦ πλούτου καὶ τῶν ἡδονῶν· ἡ γὰρ εἰρήνη καὶ αἱ τέχναι τοὺς ἀνθρώπους τρέφουσιν. 11. Ὁ πόλεμος καὶ αἱ μάχαι ὑπὸ τῶν σοφῶν πηγαὶ τῶν λυπῶν λέγονται, ἡ δὲ εἰρήνη καὶ αἱ τέχναι πηγαὶ τοῦ πλούτου καὶ τῶν ἡδονῶν· τῇ γὰρ εἰρήνῃ καὶ ταῖς τέχναις οἱ ἄνθρωποι τρέφονται. 12. Ἡ τῆς θεᾶς φιλία φυλάττει τὴν τῆς χώρας ἐλευθερίαν. — Τῇ τῆς θεᾶς φιλίᾳ ἡ τῆς χώρας ἐλευθερία φυλάττεται. — Οἱ θεοὶ (Αἱ θεαὶ) φυλάττουσι τὰς χώρας. — Αἱ χῶραι ὑπὸ τῶν θεῶν φυλάττονται.
Bronzová dýka z Pylu se zlatou a stříbrnou inkrustací, znázorňující mořské hlavonožce. Asi 1500 p. n. l.